Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.147 Joseph. AJ 17.153 (English) >>Joseph. AJ 17.158

17.151ἦν γὰρ τῷ Ἡρώδῃ τινὰ πραγματευθέντα παρὰ τὸν νόμον, δὴ ἐπεκάλουν οἱ περὶ τὸν Ἰούδαν καὶ Ματθίαν. κατεσκευάκει δὲ βασιλεὺς ὑπὲρ τοῦ μεγάλου πυλῶνος τοῦ ναοῦ ἀνάθημα καὶ λίαν πολυτελές, ἀετὸν χρύσεον μέγαν· κωλύει δὲ νόμος εἰκόνων τε ἀναστάσεις ἐπινοεῖν καί τινων ζῴων ἀναθέσεις ἐπιτηδεύεσθαι τοῖς βιοῦν κατʼ αὐτὸν προῃρημένοις. 17.152ὥστε ἐκέλευον οἱ σοφισταὶ τὸν ἀετὸν κατασπᾶν· καὶ γὰρ εἴ τις γένοιτο κίνδυνος τῷ εἰς θάνατον ἀνακειμένῳ, πολὺ τῆς ἐν τῷ ζῆν ἡδονῆς λυσιτελεστέραν φαίνεσθαι τὴν προστιθεμένην ἀρετὴν ὑπʼ αὐτοῦ τοῖς ἐπὶ σωτηρίᾳ καὶ φυλακῇ τοῦ πατρίου μελλήσουσι τελευτᾶν διὰ τὸ ἀίδιον τοῦ ἐπαινεῖσθαι φήμην κατασκευασαμένους ἔν τε τοῖς νῦν ἐπαινεθήσεσθαι καὶ τοῖς ἐσομένοις ἀειμνημόνευτον καταλείπειν τὸν βίον. 17.153καίτοι γε καὶ τοῖς ἀκινδύνως διαιτωμένοις ἄφυκτον εἶναι τὴν συμφοράν, ὥστε καλῶς ἔχειν τοῖς ἀρετῆς ὀριγνωμένοις τὸ κατεψηφισμένον αὐτοῦ μετʼ ἐπαίνων καὶ τιμῶν δεχομένοις ἀπιέναι τοῦ βίου. 17.154φέρειν γὰρ κούφισιν πολλὴν τὸ ἐπὶ καλοῖς ἔργοις ὧν μνηστῆρα τὸν κίνδυνον εἶναι τελευτᾶν, καὶ ἅμα υἱέσι τῶν αὐτῶν καὶ ὁπόσοι τοῦ συγγενοῦς καταλείποιντο ἄνδρες γυναῖκες καὶ τοῖσδε περιποιῆσαι ὄφελος εὐκλείᾳ τῇ ἀπʼ αὐτῶν. 17.155

Καὶ οἱ μὲν τοιούτοις λόγοις ἐξῆραν τοὺς νέους. ἀφικνεῖται δὲ λόγος εἰς αὐτοὺς τεθνάναι φράζων τὸν βασιλέα καὶ συνέπραττε τοῖς σοφισταῖς. καὶ μέσης ἡμέρας ἀνελθόντες κατέσπων τε καὶ πελέκεσιν ἐξέκοψαν τὸν ἀετὸν πολλῶν ἐν τῷ ἱερῷ διατριβόντων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.147 Joseph. AJ 17.153 (English) >>Joseph. AJ 17.158

Powered by PhiloLogic